Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.169 Joseph. AJ 15.175 (English) >>Joseph. AJ 15.181

15.173ὡς δὲ καὶ ταύτην Ἡρώδης ἐδέξατο τὴν ἐπιστολήν, εὐθύς τε μεταπέμπεται τὸν Ὑρκανὸν καὶ περὶ τῶν γενομένων αὐτῷ συνθηκῶν πρὸς τὸν Μάλχον ἀνέκρινεν. ἀρνησαμένου δὲ τὰς ἐπιστολὰς δείξας τῷ συνεδρίῳ διεχειρίσατο τὸν ἄνδρα. 15.174

Ταῦτα δὲ γράφομεν ἡμεῖς, ὡς ἐν τοῖς ὑπομνήμασιν τοῖς τοῦ βασιλέως Ἡρώδου περιείχετο. τοῖς δʼ ἄλλοις οὐ κατὰ ταῦτα συμφωνεῖ· τὸν γὰρ Ἡρώδην οὐκ ἐπὶ τοιούτοις δοκοῦσιν, ἀλλʼ ἐξ ἐπιβουλῆς μᾶλλον Ὑρκανῷ τὴν αἰτίαν ἐπάγοντα κατὰ τὸν αὐτοῦ τρόπον ἀποκτεῖναι· 15.175γράφουσι γὰρ οὕτως, ἐν συμποσίῳ τινὶ μηδὲν ὑποψίας ἐνδιδόντα λόγον Ὑρκανῷ προσφέρειν, εἴ τινας ἐπιστολὰς παρὰ τοῦ Μάλχου λάβοι, καὶ τὸν μὲν ὁμολογῆσαι προσαγορευτικὰ γράμματα κομίσασθαι, 15.176τὸν δʼ, εἰ καί τινα δωρεὰν εἰληφὼς εἴη, πάλιν ἐπερέσθαι· τοῦ δὲ μηδὲν πλέον κτηνῶν ἀναβατικῶν τέτταρα πέμψαντος αὐτῷ λαβεῖν, εἰς αἰτίαν τὸ τοιοῦτον ἐπαναφέροντα δωροδοκίας καὶ προδοσίας ἀπάγχειν προστάξαι τὸν ἄνδρα. 15.177τεκμήρια δὲ τοῦ μηδὲν ἁμαρτόντα τοιούτῳ τέλει περιπεσεῖν καταλογίζονται τὴν ἐπιείκειαν τοῦ τρόπου καὶ τὸ μήτʼ ἐν νεότητι θράσους προπετείας ἐπίδειξιν πεποιῆσθαι μήθʼ ὅτε τὴν βασιλείαν αὐτὸς εἶχεν, ἀλλὰ κἀν ταύτῃ τὰ πλεῖστα τῶν κατὰ τὴν διοίκησιν Ἀντιπάτρῳ παρακεχωρηκέναι. 15.178τότε δʼ ἐντῶ πλείω μὲν ὀγδοήκοντα γεγονὼς ἐτύγχανεν ἔτη, κρατοῦντα δὲ μετὰ πάσης ἀσφαλείας τὸν Ἡρώδην ἠπίστατο, διαβεβήκει δὲ καὶ τὸν Εὐφράτην τοὺς ἐν τῷ πέραν τιμῶντας αὐτὸν καταλιπὼν ὡς ὅλος ἐπʼ ἐκείνῳ γενησόμενος· ἐγχειρεῖν οὖν τι καὶ καινοτέρων ἅπτεσθαι πάντων ἀπιθανώτατον καὶ οὐ πρὸς τῆς ἐκείνου φύσεως, ἀλλὰ ταῦτα σκῆψιν Ἡρώδου γενέσθαι.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.169 Joseph. AJ 15.175 (English) >>Joseph. AJ 15.181

Powered by PhiloLogic